Ancient Greek · ~7 min
3.7.1 to 3.7.6
Sozomenus, Historia ecclesiastica 3.7.1-6
Not analysed yet
Ὧδε μὲν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως τὰ βεβουλευμένα κατώρθωτο, καθῃρημένων τῶν σπουδῇ προϊσταμένων ἀνὰ τὴν ἕω τοῦ ἐν Νικαίᾳ βεβαιωθέντος δόγματος. Προκατειλημμένων τε τῶν ἐπισημοτάτων θρόνων, Ἀλεξανδρείας τῆς κατ̓ Αἴγυπτον, καὶ Ἀντιοχείας τῆς ἐν Συρίᾳ, καὶ τῆς παρὰ τὸν Ἑλλήσποντον βασιλίδος πόλεως, πειθομένους εἶχον τοὺς ἀνὰ τόδε τὸ ὑπήκοον ἐπισκόπους. Ὁ δὲ τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύων, καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς, ὕβριν οἰκείαν ταῦτα ἡγοῦντο. Ἐφ̓ ἅπασι γὰρ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐξ ἀρχῆς τὴν ψῆφον ἐπαινέσαντες, εἰσέτι νῦν οὐ διέλιπον ὧδε φρονοῦντες: ἀφικόμενόν τε ὡς αὐτοὺς Ἀθανάσιον φιλοφρόνως ἐδέξαντο, καὶ πρὸς αὐτοὺς τὴν κατ̓ αὐτὸν εἷλκον δίκην. Ἐπὶ τούτοις δὲ χαλεπῶς φέρων Εὐσέβιος, ἔγραψεν Ἰουλίῳ, ὥστε αὐτὸν γενέσθαι κριτὴν τῶν ἐπὶ Ἀθανασίῳ δοξάντων ἐν Τύρῳ. Ἀλλ̓ ὁ μὲν, πρὶν μαθεῖν τὴν Ἰουλίου γνώμην, οὐ πολλῷ ὕστερον τῆς ἐν Ἀντιοχείᾳ γενομένης συνόδου, ἐτελεύτησεν. Οἱ δὲ ἐν Κωνσταντινουπόλει τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ δόξαν ζηλώσαντες, εἰς τὴν ἐκκλησίαν ἤγαγον Παῦλον. Ἐν τῷ αὐτῷ δὲ συλλαμβανομένων τῶν ἀπὸ τοῦ ἐναντίου πλήθους, ἐν ἑτέρᾳ ἐκκλησίᾳ συνελθόντες οἱ ἀμφὶ Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Θεόδωρον τὸν Ἡρακλείας, ἕτεροί τε οἱ τὰ τούτων φρονοῦντες, οἳ ἔτυχον ἐνδημοῦντες, Μακεδόνιον ἐχειροτόνησαν Κωνσταντινουπόλεως ἐπίσκοπον. Ἐντεῦθέν τε συχναὶ κατὰ τὴν πόλιν ἐγένοντο στάσεις, πολέμοις ἐμφερεῖς: εἰς ἑαυτὸ γὰρ ἑκατέρωθεν τοῦ πλήθους συμπίπτοντος, πλεῖστοι διώλλυντο. Καὶ ταραχῆς ἡ πόλις ἀνάπλεως ἦν: ὡς καὶ βασιλέα τότε ἐν Ἀντιοχείᾳ ὄντα, τάδε μαθεῖν, καὶ πρὸς ὀργὴν κινηθέντα προστάξαι πάλιν ἀπελαύνεσθαι Παῦλον. Διηκονεῖτο δὲ τοῖς βασιλέως προστάγμασιν Ἑρμογένης, ὁ τὴν ἱππικὴν δύναμιν ἐπιτετραμμένος στρατηγός: ὃς ἐπὶ Θρᾴκην τότε ἀποσταλεὶς, παριὼν διὰ Κωνσταντινουπόλεως, ἐβιάζετο Παῦλον διὰ στρατιωτῶν ἐξελάσαι τῆς ἐκκλησίας. Ἐπεὶ δὲ τὸ πλῆθος οὐ συνεχώρει, πῆ δὲ καὶ ἠμύνετο, βιαιότερόν τε ἐπεχείρουν οἱ στρατιῶται ἐπιτελεῖν τὸ προσταχθὲν, καταλαβόντες τὴν Ἑρμογένους οἰκίαν οἱ στασιῶται ἐνέπρησαν, καὶ αὐτὸν ἀναιροῦσι: