Ancient Greek · ~4 min
4.15.3 to 4.15.6
Sozomenus, Historia ecclesiastica 4.15.3-6
Not analysed yet
Ἐν μέρει δὲ καὶ ὁμολογίαν ἐκομίσαντο παρὰ Λιβερίου, ἀποκηρύττουσαν τοὺς μὴ κατ̓ οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἀποφαίνοντας. Ἡνίκα γὰρ τὴν Ὁσίου ἐπιστολὴν ἐδέξαντο Εὐδόξιος καὶ οἱ σὺν αὐτῷ ἐν Ἀντιοχείᾳ τῇ Ἀετίου αἱρέσει σπουδάζοντες, ἐλογοποίουν ὡς καὶ Λιβέριος τὸ ὁμοούσιον ἀπεδοκίμασε, καὶ ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζει. Ἐπεὶ δὲ ταῦτα ὧδε κατώρθωτο τοῖς ἐκ τῆς δύσεως πρέσβεσιν, ἀπέδωκεν ὁ βασιλεὺς Λιβερίῳ τὴν ἐπὶ Ῥώμην ἐπάνοδον: γράφουσί τε προσδέξασθαι αὐτὸν οἱ ἐν Σιρμίῳ ἐπίσκοποι, Φίληκι τῷ ἡγουμένῳ τότε τῆς Ῥωμαίων ἐκκλησίας, καὶ τῷ ἐνθάδε κλήρῳ: ἄμφω δὲ τὸν ἀποστολικὸν ἐπιτροπεύειν θρόνον, καὶ κοινῇ ἱερᾶσθαι μεθ̓ ὁμονοίας, ἀμνηστίᾳ τε παραδοῦναι τὰ συμβάντα ἀνιαρὰ διὰ τὴν Φίληκος χειροτονίαν, καὶ τὴν Λιβερίου ἀποδημίαν. Οἷα γὰρ τὰ ἄλλα καλὸν καὶ ἀγαθὸν τὸν Λιβέριον, καὶ ἀνδρείως ὑπὲρ τοῦ δόγματος ἀντειπόντα τῷ βασιλεῖ, ἠγάπα ὁ τῶν Ῥωμαίων δῆμος: ὡς καὶ μεγίστην ἀνακινηθῆναι στάσιν, καὶ μέχρι φόνων χωρῆσαι. Ὀλίγον δὲ χρόνον Φίληκος ἐπιβιώσαντος, μόνος Λιβέριος τῆς ἐκκλησίας προΐστατο. Ταύτῃ πῆ τοῦ Θεοῦ διοικήσαντος, ὥστε τὸν Πέτρου θρόνον μὴ ἀδοξεῖν, ὑπὸ δύο ἡγεμόσιν ἰθυνόμενον: ὃ διχονοίας σύμβολόν ἐστι, καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀλλότριον.