Ancient Greek
4.16.1 to 4.16.2
Sozomenus, Historia ecclesiastica 4.16.1-2
Not analysed yet
Ἐν μὲν οὖν τῷ Σιρμίῳ ταῦτα ἐγεγόνει: καὶ ἐδόκει τότε διὰ τὸν τοῦ βασιλέως φόβον ἀνατολὴ καὶ δύσις ὁμοφρονεῖν περὶ τὸ δόγμα. Περὶ δὲ τῶν ἐν Ἀντιοχείᾳ νεωτερισθέντων, καὶ τῆς Ἀετίου αἱρέσεως, ἔκρινεν ὁ βασιλεὺς ἐπιτελέσαι σύνοδον ἐν Νικαίᾳ. Παραιτησαμένων δὲ τῶν ἀμφὶ Βασίλειον διὰ τὸ πάλαι ἐνθάδε τὴν περὶ τοῦ δόγματος συμβῆναι ζήτησιν, ἔδοξεν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας: καὶ γράμμασιν εἰς ῥητὴν ἡμέραν μετὰ σπουδῆς καλεῖν τῶν ἀν̓ ἕκαστον ἔθνος ἐπισκόπων, οἳ συνιέναι ἐπιτηδειότεροι ἐδόκουν, καὶ νοεῖν καὶ λέγειν ἱκανοί: ὥστε ἀντὶ πάντων τῶν ἱερέων τοῦ ἔθνους,