Ancient Greek
4.16.10 to 4.16.11
Sozomenus, Historia ecclesiastica 4.16.10-11
Not analysed yet
καὶ πρὸς τὸ καίεσθαι ῥᾳδίαν ἔχει τὴν ἐπίδοσιν, ἀφθόνως ἐτράφη. Πανταχοῦ τε ἕρπουσα, καὶ πρὸς ἑαυτὴν συναπτομένη, μίαν ὡς εἰπεῖν πυρὰν τὴν πᾶσαν πόλιν ἐποίησε. Καὶ κατὰ τοῦτο δὲ τῶν οἴκων ἀβάτων ὄντων, οἱ περισωθέντες ἐκ τοῦ σεισμοῦ, ἐπὶ τὴν ἄκραν ἔδραμον. Ἀρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρὸς, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρξάμενος. Λόγος δὲ τοῦ προτελευτῆσαι τότε αὐτὸν, τὸν Θεὸν ἱκετεῦσαι, καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον, ἢ συμφορὰν θεάσασθαι πόλεως,