Ancient Greek
Book 4, Chapter 16
Sozomenus, Historia ecclesiastica 4.16.12
Not analysed yet
ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὺν ἐπέγνω, καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν. Ἀλλ̓ ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλίας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν, καὶ τοὺς ὀχλουμένους ὑπ’ αὐτῶν καθαίρειν. Οὕτω γοῦν δαιμονιῶν τις ξίφος σπασάμενος, ἀνὰ τὴν ἀγορὰν ἔθεε: φευγόντων δὲ πάντων, καὶ θορύβου τὴν πόλιν ἔχοντος, ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε, καὶ τῷ λόγῳ κατέβαλε: καὶ αὐτίκα ἐκάθῃρε, καὶ σωφρονεῖν ἐποίησε.