Ancient Greek
4.28.8 to 4.28.11
Sozomenus, Historia ecclesiastica 4.28.8-11
Not analysed yet
Ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδὸν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονεικία ἦν ἀμφοτέρων, μονονουχὶ παγκρατίῳ ἐμφερὴς, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ, καὶ ἔχαιρον καὶ ἀνεπήδων: οἱ δὲ Ἀρείου, κατηφεῖς ἦσαν. Ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον, ἐχαλέπαινον, καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν: καὶ πάλιν μετεκαλοῦντο, ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον, καὶ ταναντία δοξάζοντα. Μὴ μεταθέμενον δὲ τῆς γνώμης, ἐκβάλλεσθαι τῆς ἐκκλησίας, καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς. Ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν Ἀντιοχέων θρόνον Εὐζώϊος, ὃς ἅμα Ἀρείῳ πρότερον ἤδη καθῄρητο: οἱ δὲ Μελετίου ἐπαινέται, ἀποτεμόμενοι σφᾶς τῶν τὰ Ἀρείου φρονούντων, ἰδίᾳ ἐκκλησίαζον: οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν Υἱὸν τῷ Πατρὶ δοξάζοντες, παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς Ἀρειανῶν ἐπισκόπων χειροτονηθέντος, καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν ἑπομένων αὐτῷ. Καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο, καίπερ ὁμοίως φρονοῦντες. Ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν, ἧκεν εἰς Ἀντιόχειαν.