Ancient Greek
4.29.1 to 4.29.2
Sozomenus, Historia ecclesiastica 4.29.1-2
Not analysed yet
Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο: συνελθόντες τε εἰς Ἀντιόχειαν ἅμα ὀλίγοις, τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο: καὶ τῆς ἀναγνωσθείσης ἐν Ἀριμίνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα: καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι ἡγοῦντο, ὡς ἐξ ἀρχῆς Ἀρείῳ ἐδόκει. Συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ Ἀετίου φρονοῦντες, ὃς μετὰ Ἄρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. Ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο, καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες Ἀνόμοιοι καὶ Ἐξουκόντιοι.