Ancient Greek
Book 4, Chapter 9
Sozomenus, Historia ecclesiastica 4.9.6
Not analysed yet
ἐπεχείρησεν, ὡς αὐτίκα ἐπιδείξω. Ἀθανάσιος δὲ πειθόμενος ἐπιβουλεύεσθαι ἐν τοῖς βασιλείοις, αὐτὸς μὲν πρὸς βασιλέα ἐλθεῖν οὔτε ἐθάρρησεν, οὔτε λυσιτελεῖν ἐδοκίμασεν. Ἐπιλεξάμενος δὲ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων πέντε, ὧν ἦν Σεραπίων ὁ Θμουαῖος, ἀνὴρ ἐς τὰ μάλιστα τὸν βίον θεσπέσιος, καὶ λέγειν δεινὸς, πέμπει ὡς βασιλέα, πρὸς δύσιν τότε τῆς ἀρχομένης διάγοντα. Συμπέμπει δὲ αὐτοῖς καὶ τῆς ὑπ’ αὐτὸν ἐκκλησίας πρεσβυτέρους τρεῖς, καταλλάξοντας αὐτῷ τὸν κρατοῦντα, καὶ ἢν δέοι, πρὸς τὰς διαβολὰς τῶν ἐναντίων ἀπολογησομένους, καὶ τὰ ἄλλα πράξοντας ὅπη ἂν τῇ ἐκκλησίᾳ καὶ αὐτῷ ἄριστα γινώσκωσιν.