Ancient Greek · ~2 min
4.9.7 to 4.9.8
Sozomenus, Historia ecclesiastica 4.9.7-8
Not analysed yet
Ἀποπλευσάντων δὲ αὐτῶν, μετ̓ οὐ πολὺ γράμματα τοῦ βασιλέως ἐδέξατο, καλοῦντα αὐτὸν εἰς τὰ βασίλεια. Ἐπὶ δὲ τούτῳ αὐτὸς Ἀθανάσιος καὶ ὁ λαὸς τῆς ἐκκλησίας ἐταράχθησαν, καὶ ἐναγώνιοι ἦσαν, οὔτε πείθεσθαι τῷ βασιλεῖ, ἑτεροδόξῳ ὄντι, ἀσφαλὲς νομίζοντες, οὔτε ἀπειθεῖν ἀκίνδυνον. Ἐκράτει δὲ ὅμως μένειν: καὶ ὁ τὰ γράμματα κομίσας, ἄπρακτος ἀνέστρεφε. Τῷ δὲ ἐπιγενομένῳ θέρει, παραγενόμενος ἕτερος ἐκ βασιλέως σὺν τοῖς ἐν τῷ ἔθνει ἄρχουσι, κατήπειγεν αὐτὸν ἐξιέναι τῆς πόλεως, καὶ τὸν κλῆρον χαλεπῶς ἐπολέμησεν: ἀναθαρσήσαντος δὲ τοῦ λαοῦ τῆς ἐκκλησίας, συντεταγμένους πρὸς πόλεμον ἰδὼν,