Ancient Greek · ~2 min
Book 5, Chapter 1
Sozomenus, Historia ecclesiastica 5.1.2
Not analysed yet
ἀναγορεύεται πρὸς αὐτῶν Σεβαστός. Μηδὲν δὲ περὶ τούτου, ὡς εἰκὸς, πρὸς Κωνστάντιον παραιτησάμενος, ἄρχοντας μὲν τοὺς ὑπ’ αὐτοῦ χειροτονηθέντας ἤμειβεν: ἐπίτηδες δὲ καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυ, δἰ ὧν τοὺς βαρβάρους καλῶν κατὰ Μαγνεντίου, εἰς Ῥωμαίους ἤγαγεν. Ἐξαπίνης δὲ τὴν θρησκείαν μεταβαλὼν, πρότερον χριστιανίζειν δοκῶν, ἀρχιερέα ὠνόμαζεν ἑαυτὸν, καὶ τοῖς Ἑλλήνων ναοῖς ἐφοίτα, καὶ ἔθυε, καὶ τοὺς ὑπηκόους ὧδε θρησκεύειν ἔπειθε.