Ancient Greek
5.1.3 to 5.1.4
Sozomenus, Historia ecclesiastica 5.1.3-4
Not analysed yet
Προσδοκωμένων δὲ Περσῶν Ῥωμαίοις ἐπιθήσεσθαι, καὶ διὰ τοῦτο ἐν Συρίᾳ Κωνσταντίου διατρίβοντος, λογισάμενος ἀμαχητὶ δύνασθαι τῶν Ἰλλυριῶν κρατεῖν, εἴχετο τῆς ἐπ’ αὐτοὺς ὁδοῦ: πρόφασιν ποιούμενος, ὡς ἀπολογίας χάριν ἐλαύνει πρὸς Κωνστάντιον, ὑπὲρ τοῦ μὴ ἑκὼν δόξαι πρὸς τῶν στρατιωτῶν παρὰ γνώμην αὐτοῦ τὰ σύμβολα τῆς βασιλείας καταδέχεσθαι. Λέγεται δὲ ἡνίκα πρὸ τῶν τῇδε ὅρων ἐπέβη, τὰς μὲν ἀμπέλους μετὰ τρύγην ἀμφὶ τὴν τῶν πλειάδων δύσιν ὀμφάκων πλήρεις φανῆναι: τὴν δὲ ἀπὸ τοῦ ἀέρος δρόσον, διαχεθεῖσαν κατὰ τῆς αὐτοῦ ἐσθῆτος καὶ τῶν ἑπομένων, καθ̓ ἑκάστην σταγόνα σταυροῦ σημεῖον ἐντυπῶσαι.