Ancient Greek
Book 5, Chapter 10
Sozomenus, Historia ecclesiastica 5.10.11
Not analysed yet
Οἱ δὲ, ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες, πᾶς ὁ δῆμος ἐπ’ αὐτὸν ἐχώρησε: καὶ διὰ τῶν ἀγυιῶν εἷλκον, ὠθοῦντες καὶ τίλλοντες, καὶ ᾗ ἔτυχε τῶν μελῶν, ἕκαστος παίοντες: ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ, καὶ πάσῃ ἡλικίᾳ, μετὰ προθυμίας καὶ ὀργῆς: ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν: παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες, παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα: καὶ μετεωρίζοντες αὐτὸν, καὶ πρὸς ἑαυτὸν κυλίοντες, ἀντέπεμπόν τε καὶ ἀνεδέχοντο ταῖς γραφίσι, καὶ ἀφειδῶς κατεκέντουν.