Ancient Greek · ~4 min
5.10.7 to 5.10.10
Sozomenus, Historia ecclesiastica 5.10.7-10
Not analysed yet
Ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς Ἡλιουπολίτας, τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον. Ὁ γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν Ἡλιουπόλει τῆς Ἀφροδίτης νεὼν, τότε πρῶτον παῤ αὐτοῖς ἐκκλησίαν ἐδείματο, καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας. Ἀρεθούσιοι δὲ Μάρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιᾷ τε καὶ βίῳ αἰδέσιμον, ἐλεεινῶς διεχρήσαντο. Τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον: προθυμότερον γὰρ ἢ κατὰ πειθὼ, Κωνσταντίου βασιλεύοντος, τοὺς Ἑλληνιστὰς εἰς Χριστιανισμὸν ἐπανῆγε, καὶ τὸν παῤ αὐτοῖς σεμνότατον καὶ πολυτελέστατον ναὸν καθεῖλεν. Ἐπεὶ δὲ μετέπεσεν εἰς Ἰουλιανὸν ἡ ἀρχὴ, κεκινημένον ἐπ’ αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς, ἢ τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτίσαι, ἢ τοῦτον ἀνοικοδομῆσαι: λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ ἄλλως ἀθέμιτον τὸ δεύτερον, μήτι γὲ δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα. Μαθὼν δὲ δἰ αὐτὸν κινδυνεύειν πολλοὺς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς, καὶ ἐθελοντὴς ὅ τι βούλοιντο αὐτὸν δρᾷν τῷ πλήθει προσήγαγεν.