Ancient Greek · ~2 min
5.10.13 to 5.10.14
Sozomenus, Historia ecclesiastica 5.10.13-14
Not analysed yet
Λόγος δὲ τὸν τότε ὕπαρχον, Ἑλληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μάρκον τῆς ἐγκρατείας, παρρησιάσασθαι πρὸς τὸν βασιλέα, καὶ μέμψασθαι, ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παῤ ἑνὸς γέροντος, πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου: καὶ κινδυνεύειν αὐτοὺς γελοίους εἶναι: ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. Ὁ μὲν οὖν μακάριος, ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν Ἀρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν Ἑλληνιστῶν.