Ancient Greek · ~1 min
5.11.1 to 5.11.2
Sozomenus, Historia ecclesiastica 5.11.1-2
Not analysed yet
Ἐν δὲ τῷ τότε, καὶ Μακεδόνιος, Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες, ἀνδρείως ἐμαρτύρησαν. Ἐπεὶ γὰρ ἐν Μίσῳ, πόλις δὲ ἥδε Φρυγῶν, τὸν ἐνθάδε νεὼν ἠνέῳξε, καὶ ὑπὸ χρόνων ῥυποῦντα ἐξεκάθῃρεν ὁ τοῦ ἔθνους ἡγούμενος, νύκτωρ ἐπεισελθόντες, τὰ ἀγάλματα συνέτριψαν. Ὡς αἰτίων δὲ τούτων συλληφθέντων ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων, σφᾶς αὐτοὺς κατεμήνυσαν.