Ancient Greek · ~4 min
5.17.10 to 5.17.12
Sozomenus, Historia ecclesiastica 5.17.10-12
Not analysed yet
Τῶν δ̓ αὖ ἀγνοίᾳ περιπεσόντων ταύτῃ τῇ ἁμαρτίᾳ, λέγονταί τινες τάδε, ὡς εἱστιῶντο φιλοφρονούμενοι, οἷά γε ἐν τοῖς πότοις γίνεσθαι φιλεῖ, καὶ προπίνοντες ἀλλήλοις, Χριστὸν ἐπονομάσαι ταῖς κύλιξιν. Ὑπολαβόντα δέ τινα τῶν δαιτυμόνων, Θαυμαστὸν, ἔφη, ὑπομένετε Χριστὸν ἐπικαλούμενοι, ὃν πρὸ βραχέως ἠρνήσασθε, ἡνίκα τὸ δῶρον παρὰ τοῦ βασιλέως δεξάμενοι τῷ πυρὶ τὸν λιβανωτὸν ἐπιτεθείκατε. Ἅμα δὲ τοῦτο ἤκουσαν καὶ συνῆκαν ὅπερ εἰργάσαντο, αὐτίκα ἀναπηδήσαντες δημοσίᾳ ἔθεον, βοῶντες καὶ δεδακρυμένοι, καὶ Θεὸν αὐτὸν καὶ πάντας ἀνθρώπους μαρτυρόμενοι Χριστιανοὺς εἶναι σφᾶς καὶ διαμεῖναι: ἐν ἀγνοίᾳ δὲ τοῦ γεγονότος, εἴγε ὅλως εἰπεῖν ἐστὶ, μόνην ἑλληνίσαι τὴν χεῖρα, μὴ συμπραξάσης τῆς διανοίας. Ἐπεὶ δὲ ὡς βασιλέα ἦλθον, προσρίψαντες ὃν δεδώκει χρυσὸν, εὖ μάλα ἀνδρείως τὸ οἰκεῖον δῶρον ἀπολαβεῖν ᾔτουν, αὐτοὺς δὲ ἀνελεῖν: μὴ μεταμεληθήσεσθαι γὰρ, εἰ ὑπὲρ ὧν προνοίας ἐκτὸς ἥμαρτεν ἡ δεξιὰ τῷ παντὶ σώματι δίκην δοῖεν διὰ Χριστόν. Ὁ δὲ βασιλεὺς καίπερ χαλεπῶς ἐνεγκὼν, κτεῖναι μὲν αὐτοὺς ἐφυλάξατο, μὴ μαρτυρίας γερῶν ἀξιωθεῖεν: ἀφελόμενος δὲ τῆς στρατείας, ἐξεώσατο τῶν βασιλείων.