Ancient Greek
5.18.1 to 5.18.2
Sozomenus, Historia ecclesiastica 5.18.1-2
Not analysed yet
Ταύτης δὲ τῆς γνώμης καὶ περὶ πάντας τοὺς Χριστιανοὺς ὑπῆρχεν, ἀφορμῆς λαβόμενος: ὅπουγε καὶ μηδὲν ἐγκαλεῖν ἔχων, παραιτουμένους θύειν ἰσοπολιτείας ἐφθόνει καὶ συλλόγων καὶ ἀγορῶν μετέχειν: καὶ τοῦ δικάζειν ἢ ἄρχειν ἢ ἀξιωμάτων κοινωνεῖν οὐ μετεδίδου: οὐ μὴν οὐδὲ τοὺς αὐτῶν παῖδας ξυνεχώρει ἐκδιδάσκεσθαι τοὺς παῤ Ἕλλησι ποιητὰς καὶ συγγραφέας, οὐδὲ τοῖς τούτων διδασκάλοις φοιτᾷν. Ἐλύπει γὰρ αὐτὸν οὐ μετρίως Ἀπολινάριος ὁ Σύρος, πρὸς παντοδαπὴν εἴδησιν καὶ λόγων ἰδέαν παρεσκευασμένος: Βασίλειός τε καὶ Γρηγόριος οἱ Καππαδόκαι, παρευδοκιμοῦντες τοὺς τότε ῥήτορας: ἀλλοί τε ἐπὶ τούτοις πλεῖστοι ἐλλόγιμοι, ὧν οἱ μὲν ἐζήλουν τὰ ἐν Νικαίᾳ δόξαντα: οἱ δὲ ἐκ τῆς Ἀρείου ὥρμηντο αἱρέσεως.