Ancient Greek · ~5 min
5.18.4 to 5.18.8
Sozomenus, Historia ecclesiastica 5.18.4-8
Not analysed yet
Ἐπραγματεύσατο δὲ καὶ τοῖς Μενάνδρου δράμασιν εἰκασμένας κωμῳδίας. Καὶ τὴν Εὐριπίδου τραγῳδίαν, καὶ τὴν Πινδάρου λύραν ἐμιμήσατο. Καὶ ἁπλῶς εἰπεῖν, ἐκ τῶν θείων γραφῶν τὰς ὑποθέσεις λαβὼν τῶν ἐγκυκλίων καλουμένων μαθημάτων, ἐν ὀλίγῳ χρόνῳ ἐπενόησεν ἰσαρίθμους καὶ ἰσοδυνάμους πραγματείας, ἤθει τε καὶ φράσει καὶ χαρακτῆρι καὶ οἰκονομίᾳ ὁμοίᾳ τοῖς παῤ Ἕλλησιν ἐν τούτοις ἐυδοκιμήσασιν. Ὥστε εἰ μὴ τὴν ἀρχαιότητα ἐτίμων οἱ ἄνθρωποι, καὶ τὰ συνήθη φίλα ἐνόμιζον, ἐπίσης, οἶμαι, τοῖς παλαιοῖς τὴν Ἀπολιναρίου σπουδὴν ἐπῄνουν, καὶ ἐδιδάσκοντο ταύτην, πλέον αὐτοῦ τὴν εὐφυΐαν θαυμάζοντες, ὅσῳ γὲ τῶν μὲν ἀρχαίων ἕκαστος περὶ ἓν μόνον ἐσπούδασεν: ὁ δὲ, τὰ πάντα ἐπιτηδεύσας, ἐν κατεπειγούσῃ χρείᾳ τὴν ἑκάστου ἀρετὴν ἀπεμάξατο. Οὐκ ἀγεννὴς δὲ καὶ πρὸς αὐτὸν τὸν βασιλέα, ἤτοι τοὺς παῤ Ἕλλησι φιλοσόφους, ἐστὶν αὐτοῦ λόγος, ὃν ὑπὲρ ἀληθείας ἐπέγραψεν: ἐν ᾧ καὶ δίχα τῆς τῶν ἱερῶν λόγων μαρτυρίας, ἔδειξεν αὐτοὺς ἀποβουκοληθέντας τοῦ δέοντος περὶ Θεοῦ φρονεῖν. Τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς, τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν, Ἀνέγνων, ἔγνων, κατέγνων: τοὺς δὲ, πρὸς ταῦτα ἀντιγράψαι, Ἀνέγνως, ἀλλ̓ οὐκ ἔγνως: εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως. Εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάτῃ τῆς Καππαδοκῶν ἐκκλησίας ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι: καὶ οὐκ ἀπεικός: ἀλλ̓ εἴτε αὐτοῦ, εἴτε ἄλλου ταῦτα ἐστὶν, ἄγασθαι δικαιον ἀνδρείας καὶ παιδεύσεως τὸν γράψαντα.