Ancient Greek
5.19.1 to 5.19.4
Sozomenus, Historia ecclesiastica 5.19.1-4
Not analysed yet
Ὁ δὲ βασιλεὺς Πέρσαις ἐπιστρατεῦσαι σπουδάζων, ἧκεν εἰς Ἀντιόχειαν τὴν Σύρων: ἐκβοήσαντος δὲ τοῦ πλήθους, ὡς πολλὰ μέν ἐστι τὰ ἐπιτήδεια, πολλοῦ δὲ πωλοῖτο: ὑπὸ φιλοτιμίας, οἶμαι, τὸν δῆμον ἐπαγόμενος, ἐπὶ ἥττονι ἢ ἔδει τιμήματι τὰ ἐπ’ ἀγορᾶς ὤνια πωλεῖσθαι προσέταξεν. Ἐκφυγόντων δὲ τῶν καπήλων, τὰ μὲν ἐπιτήδεια ἐπέλιπεν. Ἀντιοχεῖς δὲ δεινὸν τοῦτο ποιούμενοι, τὸν βασιλέα ὕβριζον, καὶ εἰς τὸν πώγωνα αὐτοῦ ὡς βαθὺς εἴη ἐπέσκωπτον, καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα. Τὸν γὰρ κόσμον ἐπίσης τῶν ὑπτίων ταύρων ὑπ’ αὐτῷ ἡγεμόνι ἀνατετράφθαι ἐπετώθαζον. Ὁ δὲ, τὰ πρῶτα ὀργισθεὶς, ἠπείλει Ἀντιοχέας κακῶς ποιήσειν: καὶ εἰς Ταρσὸν μετοικίζεσθαι παρεσκευάζετο. Ὑπερφυῶς δὲ τοῦ θυμοῦ μεταβαλλόμενος, λόγοις μόνοις τὴν ὕβριν ἠμύνατο: κάλλιστον καὶ μάλα ἀστεῖον λόγον, ὃν μισοπώγωνα ἐπέγραψε, κατὰ Ἀντιοχέων διεξελθών. Χριστιανοῖς δὲ κἀνταῦθα ὁμοίως ἐχρῆτο, καὶ τὸ Ἑλληνικὸν κρατύνειν ἐσπούδαζεν. Οἷα γοῦν τότε συνέβη περὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος,