Ancient Greek
5.22.12 to 5.22.14
Sozomenus, Historia ecclesiastica 5.22.12-14
Not analysed yet
Ἐπὶ τούτῳ δὲ καὶ ἄλλο ξυνηνέχθη, τοῦ προτέρου σαφέστερόν τε καὶ παραδοξότερον. Αὐτομάτως γὰρ πάντων ἡ ἐσθὴς τῷ σημείῳ τοῦ σταυροῦ κατεσημάνθη: καὶ τρόπον τινὰ ἄστρασι πεποικιλμένα τὰ ἐσθήματα εἶχον, ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα. Ἐκ τούτου δὲ, τοῖς μὲν αὐτίκα ἐκρίθη Θεὸν εἶναι τὸν Χριστὸν, καὶ μὴ ἀρεσθῆναι τῇ ἀνανεώσει τοῦ ναοῦ: οἱ δὲ, οὐκ εἰς μακρὰν προσέθεντο τῇ ἐκκλησίᾳ καὶ ἐμυήθησαν, καὶ ὕμνοις καὶ ἱκεσίαις ὑπὲρ τῶν τετολμημένων αὐτοῖς, τὸν Χριστὸν ἱλάσκοντο. Ταῦτα ὅτῳ πιστὰ οὐ καταφαίνεται, πιστούσθωσαν οἱ παρὰ τῶν θεασαμένων ἀκηκοότες ἔτι τῷ βίῳ περιόντες: πιστούσθωσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ἡμιτελὲς τὸ ἔργον καταλιπόντες: μᾶλλον δὲ, οὐδὲ ἄρξασθαι τοῦ ἔργου δυνηθέντες.