Ancient Greek
6.1.1 to 6.1.2
Sozomenus, Historia ecclesiastica 6.1.1-2
Not analysed yet
ὍΣΑ μὲν δὴ ἐν τῇ Ἰουλιανοῦ βασιλείᾳ συγκυρῆσαι ταῖς ἐκκλησίαις ἔγνων, ἐν τοῖς πρόσθεν δεδήλωται. Ἅμα δὲ ἦρι ἀρχομένῳ δόξαν αὐτῷ ἐπιστρατεῦσαι Πέρσαις, ἐν τάχει διέβη τὸν Εὐφράτην ποταμόν: παραδραμών τε τὴν Ἔδεσαν, διὰ μῖσος ἴσως τῶν ἐνοικούντων, ἐπεὶ ἀρχῆθεν πανδημεὶ χριστιανίζειν ἔλαχεν ἥδε ἡ πόλις, ἦκεν εἰς Κάρρας: ἔνθα δὴ Διὸς ἱερὸν εὑρὼν, ἔθυσε καὶ ηὔξατο. Τὸ δὲ ἀπὸ τούτου, ἐκ τῶν ἑπομένων στρατευμάτων ἀμφὶ δισμυρίους ὁπλίτας ἐπὶ Τίγρητα ποταμὸν ἔπεμψε, φυλακῆς ἕνεκα τῶν τόπων, καὶ εἰς καιρὸν αὐτῷ παρεσομένους, ἡνίκα καλέσοι: Ἀρσακίῳ δὲ τῷ Ἀρμενίων ἡγουμένῳ συμμαχοῦντι Ῥωμαίοις, ἔγραψε συμμίξαι περὶ τὴν πολεμίαν.