Ancient Greek
Book 5, Chapter 3
Sozomenus, Historia ecclesiastica 5.3.2
Not analysed yet
Αὐτός τε ἀναφανδὸν δημοσίᾳ ἔσπενδε, καὶ ἔθυε, καὶ τοὺς περὶ ταῦτα σπουδάζοντας ἐν πολλῇ τιμῇ ἐποιεῖτο: μύσταις τε καὶ ἱερεῦσιν, ἱεροφάνταις τε καὶ τοῖς τῶν ξοάνων θεραπευταῖς, τὰς παλαιὰς τιμὰς ἀπέδωκε: καὶ τὰ παρὰ τῶν πρόσθεν βασιλέων νενομοθετημένα ἐπ’ αὐτοῖς ἐκύρωσε: λειτουργιῶν τε, καὶ τῶν ἄλλων ὧν πρὶν εἶχον, τὴν ἀτέλειαν ἐπεψηφίσατο: καὶ τὰ ἀφαιρεθέντα τῶν νεωκόρων σιτηρέσια ἀπέδωκε. Καὶ καθαροὺς εἶναι ἀπὸ τροφῶν διεκελεύετο, καὶ ὅσον ἀπέχεσθαι προσῆκε τὸν, ὡς Ἕλληνες λέγουσιν, ἁγιστεύειν προειρημένον.