Ancient Greek · ~6 min
5.3.3 to 5.3.8
Sozomenus, Historia ecclesiastica 5.3.3-8
Not analysed yet
Προσέταξε δὲ καὶ τὸν πῆχυν τοῦ Νείλου, καὶ τὰ σύμβολα, καὶ τὰ παλαιὰ πάτρια κομίζεσθαι πρὸς τὸν Σάραπιν. Κατὰ πρόσταξιν γὰρ Κωνσταντίνου τῇ ἐκκλησίᾳ προσεφέρετο. Τῷ δὲ κοινῷ τῶν πόλεων πολλάκις ἔγραφεν: εἰ μὲν πρὸς Ἑλληνισμὸν τετραμμένας ἔγνω, προτρέπων αἰτεῖν ἃς βούλονται δωρεάς: ταῖς δὲ χριστιανιζούσαις προφανῶς ἀπηχθάνετο, μήτε ἐπιδημεῖν αὐτὸς ἀνεχόμενος, μήτε πρεσβευόντων περὶ τῶν λυπούντων τὰς πρεσβείας δεχόμενος. Ἀμέλειτοι προσδοκωμένων τότε Περσῶν ἐπιστρατεύειν, πρεσβευομένοις περὶ τούτου Νισιβηνοῖς, ὡς παντελῶς χριστιανίζουσι, καὶ μήτε τοὺς ναοὺς ἀνοίγουσι, μήτε εἰς τὰ ἱερὰ φοιτῶσιν, ἠπείλησε μὴ βοηθεῖν, μήτε πρεσβείαν δέχεσθαι, καὶ ὡς ἐναγοῦς τῆς αὐτῶν πόλεως μὴ ἐπιβήσεσθαι πρότερον, εἰ μὴ πύθοιτο εἰς Ἑλληνισμὸν μεταβαλόντας. Παραπλήσια δὲ καὶ τοῖς ἐν Παλαιστίνῃ Κωνσταντιεῦσιν ἐγκαλῶν, προσένειμε Γαζαίοις τὸν αὐτῶν πόλιν. Ταύτην γὰρ τὴν Κωνσταντίαν, ὡς ἐκ τῶν πρόσθεν ἔγνωμεν, ἐπίνειον Γαζαίων οὖσαν καὶ Μαϊουμᾶν προσαγορευομένην, μαθὼν Κωνσταντῖνος ἐς τὰ μάλιστα τὴν Χριστιανῶν θρησκείαν πρεσβεύειν, ἀξίᾳ πόλεως ἐτίμησε, καὶ Κωνσταντίῳ τῷ παιδὶ ἐπωνόμασε, καὶ καθ̓ ἑαυτὴν πολιτεύεσθαι διετάξατο: λογισάμενος ἄδικον εἶναι, τελεῖν ὑπὸ Γαζαίοις ἐς ἄγαν Ἑλληνίζουσιν. Ἐπεὶ δὲ εἰς τὴν βασιλείαν παρῆλθεν Ἰουλιανὸς, δίκην ἔλαχον οἱ Γαζαῖοι τοῖς Κωνσταντιεῦσι. Καὶ δικαστὴς καθίσας αὐτὸς προσένειμε Γάζῃ τὴν Κωνσταντίαν, ἀμφὶ τοὺς εἴκοσι σταδίους διεστῶσαν: καὶ τὸ ἐξ ἐκείνου τῆς προτέρας ἀφαιρεθεῖσα προσηγορίας, παραθαλάττιον μέρος τῆς Γαζαίων πόλεως ὀνομάζεται. Κοινοὶ δὲ αὐτοῖς πολιτικοὶ ἄρχοντες, καὶ στρατηγοὶ, καὶ τὰ δημόσια πράγματα. Μόνα δὲ τὰ περὶ τὴν ἐκκλησίαν εἰσέτι καὶ νῦν δύο πόλεις δείκνυσιν: ἑκατέρα γὰρ ἰδίᾳ ἐπίσκοπον καὶ κλῆρον ἔχει, καὶ πανηγύρεις μαρτύρων, καὶ μνείας τῶν παῤ αὐτοῖς γενομένων ἱερέων, καὶ ὅρους τῶν πέριξ ἀγρῶν, οἷς τὰ ἀνήκοντα ἑκατέρᾳ ἐπισκοπῇ θυσιαστήρια διορίζεται.