Ancient Greek · ~3 min
6.20.1 to 6.20.4
Sozomenus, Historia ecclesiastica 6.20.1-4
Not analysed yet
Ὁ δὲ Λούκιος παραλαβὼν τὸν ἡγεμόνα τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν, σὺν πλήθει ἐπεστράτευσε τοῖς ἐν ταῖς ἐρήμοις μοναχοῖς. Ὤιετο γὰρ ἴσως εἰ διενοχλήσειεν αὐτοὺς ἡσυχίας ἐρῶντας, πειθηνίους ἕξειν, καὶ ταύτῃ μάλιστα τοὺς ἐν ταῖς πόλεσι Χριστιανοὺς πρὸς αὐτὸν μεταστήσειν: καθότι πολλοὶ καὶ θεσπέσιοι ἄνδρες προΐσταντο τότε τῶν αὐτόθι μοναστηρίων, καὶ πάντες τὴν Ἀρείου δόξαν ἀπεστρέφοντο: τῇ δὲ τούτων μαρτυρίᾳ καὶ τὸ πλῆθος ἑπόμενον, ὁμοίως ἐφρόνει: διαλέγεσθαι μὲν καὶ περὶ δογμάτων ἀδολεσχεῖν οὔτε θέλον, οὔτε ἐπιστάμενον: παῤ ἐκείνοις δὲ πειθόμενον εἶναι τὴν ἀλήθειαν, οἳ τοῖς ἔργοις τὴν ἀρετὴν ἐπεδείκνυντο: ὁποίους τότε τῶν Αἰγυπτίων ἀσκητῶν ἡγεμόνας γενέσθαι ἀκούομεν, τοὺς δύο Μακαρίους, οὓς ἐν τοῖς πρόσθεν ἔγνωμεν: καὶ Πάμβω, καὶ Ἠρακλείδην, καὶ λοιποὺς Ἀντωνίου μαθητάς. Λογισάμενος οὖν Λούκιος, ὡς οὐκ ἐγγενήσεται τοῖς Ἀρείου βεβαίως κρατῆσαι τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰ μὴ τοὺς μοναχοὺς τούτους ὁμόφρονας σφίσιν ἀποδείξειεν, ἐπεχείρει βιάζεσθαι: