Ancient Greek
Book 6, Chapter 20
Sozomenus, Historia ecclesiastica 6.20.5
Not analysed yet
πείθειν γὰρ οὐκ ἠδύνατο. Διημάρτανε δὲ καὶ οὕτως τοῦ σκοποῦ. Εἰ καὶ ἀποθανεῖν δέοι, παρεσκευασμένων αὐτῶν, καὶ τοὺς αὐχένας ἑτοίμως ὑποβαλλόντων τοῖς ξίφεσιν, ἢ τῶν ἐν Νικαίᾳ δοξάντων ὑπεριδεῖν. Λέγεται δὲ τότε προσδοκωμένων αὐτοῖς ἐπιθήσεσθαι τῶν στρατιωτῶν, διακομισθῆναι τινὰ πρὸς αὐτοὺς ἐκ πολλοῦ τὰ ἄρθρα ἀπεσκληκότα, καὶ ἐπὶ ποδῶν στῆναι μὴ δυνάμενον. Ἐπεὶ δὲ ἐλαίῳ τοῦτον ἔχρισαν, παρεκελεύσαντο, ἐπ’ ὀνόματι Χριστοῦ, ὃν Λούκιος διώκει, ἐξανίστασθαι, καὶ οἴκαδε ἀπιέναι: ἐξαπίνης δὲ ὑγιὴς γενόμενος ὁ ἄνθρωπος, ἀναφανδὸν ἀπέδειξε παραπλήσια χρῆναι δοξάζειν τούτοις, οἷς καὶ Θεὸς αὐτὸς ἀλήθειαν ἐπεψηφίσατο, κατηγορουμένου Λουκίου, καὶ καλούντων ἐπακούσας καὶ τὸν κάμνοντα ἰασάμενος.