Ancient Greek · ~6 min
6.26.1 to 6.26.6
Sozomenus, Historia ecclesiastica 6.26.1-6
Not analysed yet
Ἀμφὶ δὲ τοῦτον τὸν χρόνον Εὐνόμιος, ὃς ἀντὶ Ἐλευσίου τὴν ἐν Κυζίκῳ ἐκκλησίαν κατεῖχε, τῆς Ἀρείου αἱρέσεως προϊστάμενος, ἑτέραν παρὰ ταύτην εἰσηγήσατο: ἣν οἱ μὲν ἀπ̓ αὐτοῦ ὀνομάζουσιν, οἱ δὲ τὴν τῶν Ἀνομοίων καλοῦσι. Φασὶ δέ τινες, πρῶτον τοῦτον Εὐνόμιον τολμῆσαι εἰσηγήσασθαι, ἐν μιᾷ καταδύσει χρῆναι ἐπιτελεῖν τὴν θείαν βάπτισιν, καὶ παραχαράξαι τὴν ἀπὸ τῶν ἀποστόλων εἰσέτι νῦν ἐν πᾶσι φυλαττομένην παράδοσιν. Καὶ ὡς ἐπίπαν, ἑτέραν τινὰ τῆς αὐτοῦ ἐκκλησίας ἐξευρεῖν ἀγωγὴν, σεμνότητι καὶ ἀκριβείᾳ πλείονι τὴν καινότητα περιπέττουσαν. Ἐγένετο δὲ καὶ τεχνίτης λόγων, καὶ ἐριστικὸς, καὶ συλλογισμοῖς χαίρων: τοιούτους δὲ τοὺς πολλοὺς τῶν τὰ αὐτοῦ φρονούντων ἔστιν ἰδεῖν. Οὐ μᾶλλον γὰρ ἐπαινοῦσι βίον ἀγαθὸν ἢ τρόπον, ἢ τὸν περὶ τοὺς δεομένους ἔλεον, εἰ μὴ τὰ αὐτὰ δοξάζοιεν, ὅσον εἴ τις ἐριστικῶς διαλέγοιτο, καὶ κρατεῖν δοκοίη συλλογιζόμενος: ὁ τοιοῦτος γὰρ εὐσεβὴς παρὰ πάντας νομίζεται. Ὡς ἄλλοις δοκεῖ, τἀληθέστερον, οἶμαι, λέγουσιν, ὡς Θεοφρόνιος ὁ Καππαδόκης, καὶ Εὐτύχιος, σπουδασταὶ ταύτης τῆς αἱρέσεως, ἀποτεμόντες σφᾶς ἐπὶ τῆς ἐχομένης βασιλείας, περί τε ἄλλα τῶν Εὐνομίῳ δοξάντων, καὶ περὶ τὴν θείαν βάπτισιν ἐνεωτέρισαν: οὐκ εἰς Τριάδα, ἀλλὰ εἰς τὸν τοῦ Χριστοῦ θάνατον βαπτίζεσθαι εἰσηγησάμενοι. Εὐνόμιον μέντοι μηδὲν περὶ τούτου καινοτομῆσαι, ἀλλ̓ ἐξ ἀρχῆς τοῦτον τὰ Ἀρείου φρονῆσαι, καὶ οὕτω διαμεῖναι: ἐπίσκοπον δὲ Κυζίκου γενόμενον, κατηγορηθῆναι ὑπὸ τῶν ὑπ’ αὐτὸν κληρικῶν, ὡς νεωτέρων δογμάτων εἰσηγητήν. Τηνικαῦτα δὲ Εὐδόξιον τὸν ἡγούμενον ἐν Κωνσταντινουπόλει τῆς Ἀρείου αἱρέσεως, μετακαλεσάμενον αὐτὸν, ἐπιτρέψαι τῷ λαῷ προσομιλῆσαι περὶ τοῦ δόγματος: μὴ καταγνόντα δὲ μηδὲν, προτρέψασθαι μὲν εἰς Κύζικον ἐπανελθεῖν: τὸν δὲ φῆσαι, μὴ αἱρεῖσθαι λοιπὸν τοῖς ἐν ὑπονοίᾳ αὐτῷ γενομένοις συνεῖναι: καὶ πρόφασιν ταύτην τοῦ χωρισμοῦ ποιήσασθαι.