Ancient Greek
6.26.7 to 6.26.9
Sozomenus, Historia ecclesiastica 6.26.7-9
Not analysed yet
Τὸ δὲ ἀληθὲς, ὅτι Ἀέτιον τὸν αὐτοῦ διδάσκαλον οὐ προσεδέξαντο: ἐφ̓ ἑαυτοῦ δὲ διαμεῖναι, μηδὲν τῆς προτέρας δόξης παραλλάξαντα. Ταῦτα οἱ μὲν, ὧδε: οἱ δὲ, ἑτέρως λέγουσιν. Ἀλλ̓ εἴτε Εὐνόμιος, εἴτε ἄλλοι τινὲς, περὶ τὴν παράδοσιν τοῦ βαπτίσματος ταῦτα ἐνεωτέρισαν, ἐμοὶ δοκεῖ, μόνοι κατὰ τὸν αὐτὸν λόγον κινδυνεύουσιν, ἄμοιροι τῆς θείας βαπτίσεως τὸν βίον καταλιπεῖν. Εἰ γὰρ κατὰ τὸ νενομισμένον ἐξ ἀρχῆς βαπτισθέντες, πρότερον αὐτοὶ ἑαυτοὺς ἀναβαπτίζειν οὐκ ἠδύναντο, ἢ τὸ μὴ συμβὰν ἐπὶ αὐτῶν τὴν ἀρχὴν εἰσηγοῦντο. Καὶ ὃ μήτε αὐτοὶ ἦσαν μήτε δἰ ἄλλων ἐγένοντο, τοῦτο ἑτέρους ἐποίουν: καὶ ἐξ ἀνυποστάτου τινὸς ἀρχῆς καὶ ἰδίας καταλήψεως τοῦτο τὸ δόγμα συστησάμενοι, ἃ μὴ αὐτοὶ παρειλήφασιν, ἄλλοις παραδεδώκασιν. Ὅπερ εὔηθες ἐστί. Συνωμολόγηται γὰρ καὶ παῤ αὐτῶν, τοὺς ἀμυήτους μὴ δύνασθαι ἄλλους βαπτίζειν: ὁ δὲ τῷ τρόπῳ τῆς αὐτῶν παραδόσεως μὴ βαπτισθεὶς, ἀβάπτιστος αὐτοῖς εἶναι δοκεῖ, ὡς μὴ δεόντως μυηθείς: καὶ μαρτυροῦσιν αὐτοὶ, οὓς ἂν δύνωνται πείθειν τὰ αὐτῶν φρονεῖν, ἀναβαπτίζοντες, εἰ καὶ ἔφθασαν μυηθῆναι κατὰ τὴν παράδοσιν τῆς καθόλου ἐκκλησίας.