Ancient Greek
6.26.11 to 6.26.12
Sozomenus, Historia ecclesiastica 6.26.11-12
Not analysed yet
ἀντιπάλους εὗρον. Καὶ ἡ Θεοδοσίου βασιλεία οὐκ εἰς μακρὰν ἐπιγενομένη, τὴν ἐπιχείρησιν ἔστησε, καὶ αὐτοὺς τοὺς ἀρχηγοὺς τῶν αἱρέσεων ἐκ τοῦ συχνοτέρου τῆς ἀρχομένης εἰς ἐρημοτέρους τόπους ἐχώρισεν. Ὥστε δὲ μὴ παντελῶς ἡμᾶς ἀγνοεῖν τὸ δόγμα τῆς ἑκατέρου αἱρέσεως, ἰστέον ὡς τῆς κατ̓ Εὐνόμιον δόξης πρῶτος Ἀέτιος ὁ Σύρος εὑρετὴς ἐγένετο, ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν, κτιστόν τε καὶ ἐξ οὐκ ὄντων γεγονέναι, μετὰ Ἄρειον ἀποφῃνάμενος.