Ancient Greek
Book 6, Chapter 26
Sozomenus, Historia ecclesiastica 6.26.13
Not analysed yet
Καὶ οἱ τάδε φρονοῦντες, Ἀετιανοὶ τὸ πρὶν ὠνομάζοντο. Ἐπεὶ δὲ, ὡς ἐν τῇ Κωνσταντίου βασιλείᾳ εἴρηται, τῶν μὲν, ὁμοούσιον: τῶν δὲ, ὁμοιούσιον τῷ Πατρὶ τὸν Υἱὸν δοξαζόντων, ὅμοιον τότε ἔδοξε λέγειν τοῖς τότε κρατοῦσι κατὰ τὴν ἐν Ἀριμίνῳ σύνοδον, Ἀέτιος μὲν κατεδικάσθη φεύγειν, ὡς εἰς Θεὸν βλασφημῶν: ἡ δὲ ὑπ’ αὐτοῦ συστᾶσα αἵρεσις, τρόπον τινὰ τὸν ἐν μέσῳ διελύθη χρόνον: οὔτε ἄλλου τοῦ τῶν ἐν λόγῳ, οὔτε Εὐνομίου εἰς τὸ φανερὸν ἐπὶ ταύτῃ παρρησιάζεσθαι τολμῶντος.