Ancient Greek · ~7 min
6.29.15 to 6.29.20
Sozomenus, Historia ecclesiastica 6.29.15-20
Not analysed yet
Μωσῆς δὲ δοῦλος ὢν, διὰ μοχθηρίαν ἐξηλάθη τῆς οἰκίας τοῦ κεκτημένου: καὶ εἰς λῃστείας τραπεὶς, λῃστρικοῦ τάγματος ἡγεῖτο. Πολλοὺς δὲ κακουργήσας, καὶ πολλοὺς φόνους τολμήσας, ἐκ περιπετείας τινὸς τὸν μοναδικὸν μετῆλθε βίον, καὶ ἀθρόον εἰς ἀρετὴν φιλοσοφίας ἐπέδωκεν. Ἐπεὶ γοῦν ἐκ τῆς προτέρας διαίτης εὐεξίᾳ ζέων, καὶ πρὸς φαντασίας ἡδονῶν κινούμενος, μυρίαις ἀσκήσεσι τὸ σῶμα κατέτηξε: πῆ μὲν δίχα ὄψου ὀλίγῳ ἄρτῳ ἀρκούμενος: πῆ δὲ πλεῖστον ἔργον ἀνύων, καὶ πεντηκοστὸν εὐχόμενος: πῆ δὲ ἐπὶ ἓξ ἔτεσιν ὁλόκληρον ἑκάστην νύκτα ἑστὼς προσηύχετο, μήτε γόνυ κλίνων, μήτε τοὺς ὀφθαλμοὺς μύων εἰς ὕπνον. Ἄλλοτε δὲ νύκτωρ περιϊὼν τὰς οἰκήσεις τῶν μοναχῶν, λάθρα τὴν ἑκάστου ὑδρίαν ἐπλήρου ὕδατος: ἦν δὲ τοῦτο λίαν ἐργῶδες: τῶν μὲν γὰρ, σταδίοις δέκα: τῶν δὲ, εἴκοσι: τῶν δὲ, καὶ τριάκοντα καὶ πλέον διειστήκει ὁ τόπος ὅθεν ὑδρεύοντο. Διέμεινε δὲ ἐπὶ πολὺ τὴν προτέραν ἰσχὺν ἔχων, καίπερ ταῖς πολλαῖς ἀσκήσεσι καθελεῖν ταύτην σπουδάζων, καὶ τὸ σῶμα ταῖς ταλαιπωρίαις πιέζων. Λέγεται γοῦν ποτὲ λῃστὰς καταδραμόντας τὸν τόπον ἐν ᾧ μόνος ἐφιλοσόφει, συλλαβέσθαι πάντας καὶ δῆσαι, καὶ τέσσαρας ὄντας τοῖς ὤμοις ἐπιθεῖναι, καὶ εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν, καὶ συμμονάζουσιν ἐπιτρέψαι τὰ περὶ αὐτῶν, ὡς μὴ θεμιτὸν αὐτῷ ἔτι μηδένα κακῶς ποιεῖν. Φασὶ γὰρ ἀπὸ κακίας εἰς ἀρετὴν μηδενὶ τοσαύτην ὑπάρξαι μεταβολήν: ὥστε ἄκρου μὲν ἐπιψαῦσαι μοναστικῆς φιλοσοφίας: ἐξαίσιον δὲ φόβον τοῖς δαίμοσιν ἐμποιῆσαι, καὶ πρεσβύτερον γενέσθαι τῶν ἐν Σκήτει μοναχῶν. Ὁ μὲν οὖν τοιοῦτος ὢν, πολλοὺς ἀρίστους μαθητὰς καταλιπὼν, ἀμφὶ τὰ ἑβδομήκοντα καὶ πέντε ἔτη γεγονὼς ἐτελεύτησεν. Ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἐγένετο Παῦλος καὶ Παχὼν, Στέφανός τε καὶ Μωσῆς, ἄμφω Λίβυες, καὶ Πίωρ ὁ Αἰγύπτιος. Ὤικουν δὲ, Παῦλος μὲν ἐν Φέρμῃ: ὄρος δὲ τοῦτο ἐν Σκήτει, οὐ μείους πεντακοσίων ἀσκητὰς ἔχον. Εἰργάζετο δὲ οὐδὲν,