Ancient Greek · ~3 min
6.29.21 to 6.29.23
Sozomenus, Historia ecclesiastica 6.29.21-23
Not analysed yet
οὐδὲ ἐλάμβανέ τι παρά του, πλὴν ὅσον ἤσθιεν. Ηὔχετο δὲ μόνον, ὥσπερ φόρον τινὰ τριακοσίας εὐχὰς ἑκάστης ἡμέρας ἀποδιδοὺς τῷ Θεῷ: ἵνα δὲ μὴ λαθὼν διαμάρτῃ τοῦ ἀριθμοῦ, τριακοσίας ψηφίδας τῷ κόλπῳ ἐμβάλλων, καθ̓ ἑκάστην εὐχὴν ψηφίδα ἐκρίπτει: ἀναλωθέντων δὲ τῶν λίθων, δῆλον ἐγένετο τὰς ἰσαρίθμους τοῖς λίθοις εὐχὰς πεπληρῶσθαι. Καὶ Παχὼν δὲ τότε ἐν Σκήτει διέπρεπεν. Ὃν ἐκ νέου μέχρι γήρως πολιτευσάμενον, οὔτε σῶμα εὖ ἔχον, οὔτε πάθος ψυχῆς, οὔτε δαίμων, ἄνανδρον ἐφώρασε περὶ τὴν ἐγκράτειαν, ὧν δεῖ κρατεῖν τὸν φιλόσοφον. Στέφανος δὲ περὶ τὸν Μαρεώτην τὴν οἴκησιν εἶχεν, οὐκ ἄποθεν τῆς Μαρμαρικῆς. Δἰ ἀκριβοῦς δὲ καὶ τελειοτάτης χωρήσας ἀσκήσεως, ἐπὶ ἑξήκοντα ἔτεσιν, εὐδοκιμώτατος ἐγένετο μοναχὸς, καὶ Ἀντωνίῳ τῷ μεγάλῳ γνώριμος. Ἐγένετο δὲ πρᾷος, καὶ σοφὸς εἰς ἄγαν, καὶ ἐν ταῖς ὁμιλίαις ἡδὺς καὶ ὠφέλιμος, καὶ ἱκανὸς τὰς τῶν λυπουμένων ψυχὰς κηλεῖν,