Ancient Greek · ~4 min
6.30.8 to 6.30.11
Sozomenus, Historia ecclesiastica 6.30.8-11
Not analysed yet
μήτε ἀδίκως λοιδορούμενος, ἀγανακτεῖν ἐπὶ ταῖς ὕβρεσιν. Ἐγένετο δὲ τῷ μὲν γένει, Ἰβήρων πολίτης πρὸς τῷ καλουμένῳ Εὐξείνῳ πόντῳ: ἐφιλοσόφησε δὲ καὶ ἐπαιδεύθη ὑπὸ Γρηγορίῳ τῷ ἐπισκόπῳ Ναζιανζοῦ τοὺς ἱεροὺς λόγους: ἡνίκα δὲ ἐπετρόπευε τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν, ἀρχιδιάκονον αὐτὸν εἶχεν. Ἀστεῖον δὴ ὄντα τῇ ὄψει καὶ περὶ τὴν ἐσθῆτα φιλόκαλον, μαθών τις τῶν ἐν τέλει ζηλότυπος γνώριμον εἶναι τῇ γαμετῇ, θάνατον αὐτῷ ἐμηχανᾶτο: εἰς ἔργον δὲ προβήσεσθαι μελλούσης τῆς ἐπιβουλῆς, καθεύδοντι αὐτῷ φοβεράν τινα καὶ σωτήριον ὀνείρατος ὄψιν ἐπιπέμπει τὸ θεῖον: ἔδοξε γὰρ ὡς ἐπὶ ἐγκλήματι συλληφθεὶς, σιδήρῳ δεδέσθαι πόδας καὶ χεῖρας. Μέλλοντί τε αὐτῷ εἰς δικαστήριον ἄγεσθαι καὶ τιμωρίαν ὑπέχειν προσελθών τις ὑπέδειξε τὴν ἱερὰν τῶν εὐαγγελίων βίβλον: καὶ ὑπισχνεῖτο, εἰ τῆς πόλεως ἐξέλθοι, τῶν δεσμῶν αὐτὸν ἀπαλλάξειν, καὶ ὅτι τοῦτο ποιήσει, ὅρκον ἀπῄτει. Ὁ δὲ τῆς βίβλου ἐφαψάμενος, ἦ μὴν ὧδε πράξειν ἐπωμόσατο: διαφεθείς τε τῶν δεσμῶν, αὐτίκα ἐξηγέρθη: καὶ τῷ θείῳ ὀνείρῳ πεισθεὶς, διέφυγε τὸν κίνδυνον: εἰς νοῦν τε λαβὼν χρῆναι μετιέναι τὸν ἀσκητικὸν βίον, ἐξεδήμησεν ἐκ Κωνσταντινουπόλεως εἰς Ἱεροσόλυμα. Καὶ μετὰ χρόνον τινὰ παραγενόμενος ἐπὶ θέαν τῶν ἐν Σκήτει φιλοσοφούντων, ἠσμένισε τὴν ἐνθάδε διατριβήν.