Ancient Greek · ~7 min
6.31.1 to 6.31.6
Sozomenus, Historia ecclesiastica 6.31.1-6
Not analysed yet
Καλοῦσι δὲ τὸν χῶρον τοῦτον, Νιτρίαν: καθότι κώμη τίς ἐστιν ὅμορος, ἐν ᾗ τὸ νίτρον συλλέγουσιν. Οὐ τὸ τυχὸν δὲ πλῆθος ἐνταῦθα ἐφιλοσόφει: ἀλλὰ μοναστήρια ἦν ἀμφὶ πεντήκοντα, ἀλλήλοις ἐχόμενα: τὰ μὲν συνοικιῶν: τὰ δὲ καθ̓ ἑαυτοὺς οἰκούντων. Ἐντεῦθεν δὲ ὡς ἐπὶ τὴν ἔνδον ἔρημον ἡκόντων, ἕτερός ἐστι τόπος, σχεδὸν ἑβδομήκοντα σταδίοις διεστὼς, ὄνομα Κελλία. Ἐν τούτῳ δὲ σποράδην ἐστὶ μοναχικὰ οἰκήματα πολλὰ, καθὸ καὶ τοιαύτης ἔλαχε προσηγορίας. Κεχώρισται δὲ τοσοῦτον ἀλλήλων, ὡς τοὺς αὐτόθι κατοικοῦντας σφᾶς αὐτοὺς μὴ καθορᾷν ἢ ἐπαΐειν. Συνιᾶσι δὲ πάντες εἰς ταυτὸν ἅμα καὶ ἐκκλησιάζουσι τῇ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος. Ἢν δέ τις μὴ παραγένηται, δῆλος ἐστὶν ἄκων ἀπολειφθεὶς, ἢ πάθει τινὶ ἢ νόσῳ πεπεδημένος: καὶ ἐπὶ θέαν αὐτοῦ καὶ θεραπείαν, οὐκ εὐθὺς πάντες ἀπιᾶσιν, ἀλλ̓ ἐν διαφόροις καιροῖς ἕκαστος, ἐπιφερόμενος ὅπερ ἔχει πρὸς νόσον ἁρμόδιον. Ἐκτὸς δὲ τοιαύτης αἰτίας, οὐχ ὁμιλοῦσιν ἀλλήλοις, εἰ μὴ λόγων ἕνεκεν εἰς γνῶσιν Θεοῦ τεινόντων ἢ ὠφέλειαν ψυχῆς ἔλθοι τὶς μαθησόμενος παρὰ τὸν φράσαι δυνάμενον. Οἰκοῦσι δὲ ἐν τοῖς κελλίοις, ὅσοι τῆς φιλοσοφίας εἰς ἄκρον ἐληλύθασι, καὶ σφᾶς ἄγειν δύνανται καὶ μόνοι διατρίβειν, δἰ ἡσυχίαν χωρισθέντες τῶν ἄλλων. Τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ περὶ Σκήτεως εἰρήσθω, καὶ τῶν ἐνθάδε φιλοσοφούντων. Εἰ γὰρ τὸ καθέκαστον τῆς αὐτῶν ἀγωγῆς διεξελθεῖν πειραθείην, μηκυνομένην ἴσως τὴν γραφὴν μωμήσαιτό τις. Ἰδίαν γὰρ συστησάμενοι πολιτείαν, ἔργα καὶ ἤθη καὶ γυμνάσια καὶ δίαιταν καὶ καιρὸν ἑκάστῃ ἡλικίᾳ κατὰ τὸ εἰκὸς διένειμαν. Καὶ Ῥινοκουροῦρα δὲ, οὐκ ἐπεισάκτοις, ἀλλ̓ οἴκοθεν ἀνδράσιν ἀγαθοῖς ἐξ ἐκείνου διέπρεπεν. Ὧν δὲ ἐνθάδε φιλοσοφεῖν ἐπυθόμην ἀρίστους ἔγνων, τόν τε Μέλανα τὸν κατ̓ ἐκεῖνο καιροῦ τὴν ἐκκλησίαν ἐπιτροπεύοντα: καὶ Διονύσιον, ὃς πρὸς Βορέαν τῆς πόλεως τὸ φροντιστήριον εἶχε: καὶ Σόλωνα τὸν Μέλανος ἀδελφὸν, καὶ τῆς ἐπισκοπῆς διάδοχον.