Ancient Greek
6.31.7 to 6.31.8
Sozomenus, Historia ecclesiastica 6.31.7-8
Not analysed yet
Λέγεται δὲ, ἡνίκα προστέτακτο τοὺς κατὰ πόλιν ἱερέας ἐναντίως Ἀρείῳ φρονοῦντας ἀπελαύνεσθαι, καταλαβεῖν Μέλανα τοὺς ἐπ’ αὐτὸν ἐλθόντας τοὺς λύχνους τῆς ἐκκλησίας παρασκευάζοντα, οἷά γε ὑπηρέτην ἔσχατον, ἐπίρρυπον τῷ ἱματίῳ ὑπὸ τοῦ ἐλαίου τὴν ζώνην ἔχοντα, καὶ τὰς θρυαλλίδας ἐπιφερόμενον. Ἐρωτηθέντα δὲ περὶ τοῦ ἐπισκόπου εἰπεῖν, ὡς ἐνθάδε ἐστὶ, καὶ μηνύσω τοῦτον. Αὐτίκα δὲ τοὺς ἄνδρας οἷά γε ἐξ ὁδοῦ κεκμηκότας, εἰς τὸ ἐπισκοπικὸν καταγώγιον ὁδηγῆσαι,