Ancient Greek
7.14.6 to 7.14.7
Sozomenus, Historia ecclesiastica 7.14.6-7
Not analysed yet
Τῷ δὲ βασιλεῖ τὰ περὶ τὸν πόλεμον κατὰ γνώμην ἀπέβη. Οἱ γὰρ ὑπὸ Μαξίμῳ στρατιῶται, ἢ φόβῳ τῆς ἐπ’ αὐτοὺς παρασκευῆς, ἢ προδοσίᾳ, συλλαβόμενοι τὸν τύραννον ἀνεῖλον. Ἀνδραγάθιος δὲ ὁ Γρατιανὸν ἀνελὼν, ὡς τάδε ἔγνω, σὺν αὐτοῖς ὅπλοις εἰς ποταμὸν παραρρέοντα ἥλατο, καὶ διεφθάρη. Τοῦ δὲ πολέμου τοῦτον διαλυθέντος τὸν τρόπον, ἔπειτα εἰκότα Γρατιανῷ τιμωρήσας, ἧκεν εἰς Ῥώμην καὶ ἐπινίκιον πομπὴν ἅμα Οὐαλεντινιανῷ ἐπετέλεσε, καὶ τὰ περὶ τῆς ἐν Ἰταλίᾳ ἐκκλησίας εὖ διέθηκε. Συνέβη γὰρ καὶ Ἰουστίναν ἀποθανεῖν.