Ancient Greek · ~2 min
7.15.1 to 7.15.2
Sozomenus, Historia ecclesiastica 7.15.1-2
Not analysed yet
Ἐν δὲ τῷ τότε Παυλίνου ἐν Ἀντιοχείᾳ τελευτήσαντος, διέμειναν οἱ ὑπ’ αὐτῷ ἐκκλησιάζοντες, ὡς παραβάντα τοὺς ἐπὶ Μελετίου δοθέντας ὅρκους ἀποστρεφόμενοι Φλαβιανὸν, καίπερ οὐδὲν περὶ τὸ δόγμα διαφερόμενοι: καθίσταται δὲ αὐτῶν ἐπίσκοπος Εὐάγριος. Τοῦ δὲ βραχύν τινα χρόνον ἐπιβιώσαντος, οὐκέτι ταύτην τὴν διαδοχὴν ἕτερος ἐπλήρωσε, Φλαβιανοῦ ἀντιπράττοντος: ἰδίᾳ δὲ ἐκκλησίαζον ὅσοι τὴν πρὸς αὐτὸν παρῃτοῦντο κοινωνίαν. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον Ἀλεξανδρέων ἐπίσκοπος τὸ παῤ αὐτοῖς Διονύσου ἱερὸν εἰς ἐκκλησίαν μετεσκεύαζε: δῶρον γὰρ εἰλήφει τοῦτο παρὰ τοῦ βασιλέως αἰτήσας. Καθαιρουμένων δὲ τῶν ἐνθάδε ξοάνων, καὶ τῶν ἀδύτων ἀνακαλυπτομένων, ἐπίτηδες σπουδάζων ἐνυβρίσαι τοῖς Ἑλληνικοῖς μυστηρίοις, ἐξεπόμπευε ταῦτα.