Ancient Greek · ~3 min
7.5.1 to 7.5.3
Sozomenus, Historia ecclesiastica 7.5.1-3
Not analysed yet
Ταῦτα νομοθετήσας, οὐ πολλῷ ὕστερον ἧκεν εἰς Κωνσταντινούπολιν. Ἐκράτουν δὲ τῶν ἐκκλησιῶν ἔτι οἱ τὰ Ἀρείου φρονοῦντες, ὧν ἡγεῖτο Δημόφιλος: Γρηγόριος δὲ ὁ ἐκ Ναζιανζοῦ προΐστατο τῶν ὁμοούσιον Τριάδα δοξαζόντων: ἐκκλησίαζε δὲ ἐν οἰκίσκῳ μικρῷ, παῤ ὁμοδόξων αὐτῷ τε καὶ τοῖς ὁμοίως θρησκεύουσιν εἰς εὐκτήριον οἶκον κατασκευασθέντι. Μετὰ δὲ ταῦτα περιφανὴς τῶν ἐν τῇ πόλει νεὼς γέγονεν οὗτος, καὶ ἔστιν, οὐ μόνον οἰκοδομημάτων κάλλει τε καὶ μεγέθει, ἀλλὰ καὶ ἐναργῶν θεοφανειῶν ὠφελείαις. Προφαινομένη γὰρ ἐνθάδε θεία δύναμις, ὕπαρ τε καὶ ἐν ὀνείρασι, πολλοῖς πολλάκις νόσοις καὶ περιπετείαις πραγμάτων κάμνουσιν ἐπήμυνε: πεπίστευται δὲ ταύτην τὴν Θεοῦ μητέρα Μαρίαν τὴν ἁγίαν παρθένον εἶναι: ταύτῃ γὰρ ἐπιφαίνεται. Ἀναστασίαν δὲ ταύτην τὴν ἐκκλησίαν ὀνομάζουσιν, ὡς μὲν ᾠόμην, καθότι τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πεπτωκὸς ἤδη ἐν Κωνσταντινουπόλει καὶ τεθνηκὸς,