Ancient Greek · ~2 min
Book 7, Chapter 5
Sozomenus, Historia ecclesiastica 7.5.4
Not analysed yet
ὡς εἰπεῖν, διὰ τὴν δύναμιν τῶν ἑτεροδόξων, ἐνθάδε ἀνέστη καὶ ἀνεβίω διὰ τῶν Γρηγορίου λόγων. Ὡς δὲ τινῶν ἀληθῆ λέγειν ἰσχυριζομένων ἀκήκοα, ἐκκλησιάζοντος τοῦ λαοῦ, γυνὴ ἐγκύμων ἀπὸ τῆς ὑπερῴου στοᾶς καταπεσοῦσα, ἐνθάδε τέθνηκε: κοινῆς δὲ παρὰ πάντων εὐχῆς ἐπ’ αὐτῇ γενομένης ἀνέζησε, καὶ σὺν τῷ βρέφει ἐσώθη: ὡς ἐπὶ παραδόξῳ δὲ θεόθεν συμβάντι, ταύτην ἔλαχε τὴν προσηγορίαν ἐξ ἐκείνου ὁ τόπος. Καὶ περὶ μὲν τούτου τοιοῦτος εἰσέτι νῦν φέρεται λόγος.