Ancient Greek · ~2 min
7.9.2 to 7.9.3
Sozomenus, Historia ecclesiastica 7.9.2-3
Not analysed yet
πολλάκις συνέβη. Τὰ δὲ παῤ ἑκάστην συμβαίνοντα, τὴν τοῦ ἔθνους σύνοδον, ὡς ἂν ἄριστα φανείη, διοικεῖν τε καὶ πράττειν. Μετὰ δὲ τὸν Ῥώμης, τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα ἔχειν, ὡς νέας Ῥώμης τὸν θρόνον ἐπιτροπεύοντα. Ἤδη γὰρ οὐ μόνον εἶχε ταύτην τὴν προσηγορίαν ἡ πόλις, καὶ γερουσίᾳ καὶ τάγμασι δήμων καὶ ἀρχαῖς ὁμοίως ἐχρῆτο: ἀλλὰ καὶ τὰ συμβόλαια κατὰ τὰ νόμιμα τῶν ἐν Ἰταλίᾳ Ῥωμαίων ἐκρίνετο, καὶ τὰ δίκαια