Ancient Greek · ~2 min
Book 7, Chapter 9
Sozomenus, Historia ecclesiastica 7.9.4
Not analysed yet
καὶ τὰ γέρα περὶ πάντα ἑκατέρᾳ ἰσάζετο. Μάξιμον δὲ μήτε γεγενῆσθαι ἢ εἶναι ἐπίσκοπον, μήτε κληρικοὺς, τοὺς παῤ αὐτοῦ χειροτονηθέντας: καὶ τὰ ἐπ’ αὐτῷ ἢ παῤ αὐτοῦ πεπραγμένα, ἄκυρα ἐψηφίσαντο. Τοῦτον γὰρ Ἀλεξανδρέα τὸ γένος ὄντα, Κυνικόν τε φιλόσοφον τὸ ἐπιτήδευμα, σπουδαῖον δὲ περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κλέψαντες τὴν χειροτονίαν, ἐπίσκοπον Κωνσταντινουπόλεως κατέστησαν οἱ τότε ἐξ Αἰγύπτου συνεληλυθότες.