Ancient Greek
8.1.14 to 8.1.16
Sozomenus, Historia ecclesiastica 8.1.14-16
Not analysed yet
Οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισινίῳ χάριεν οἶμαι. Ἐνεδήμει μὲν τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ παρὰ Γαλάταις τῆς Ἀγκύρας ἐπίσκοπος: ἐκκλησίαν δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένος, ἧκε πρὸς αὐτὸν ἀπολαβεῖν ταύτην δεόμενος. Ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδόρει δὲ τοὺς Ναυατιανοὺς ὡς οὐκ ἀξίους ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν ἐκ Θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων. Ἀλλὰ μὴν, ἔφη Σισίνιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. Ἐρομένου δὲ Λεοντίου τίνα τρόπον: Ὅτι σὲ τεθέαμαι, ἀπεκρίνατο. Καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν. Οὐκ ἀκόμψους τε πολλοὺς αὐτοῦ λόγους φασὶ φέρεσθαι. Ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι, καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. Ἀλλὰ οἷος μὲν ἦν οὗτος ὁ ἀνὴρ, τάδε εἰρήσθω, εἰς ἀπόδειξιν ἧς ἔλαχε φύσεως, ἀγωγῆς τε καὶ βίου.