Ancient Greek
8.2.1 to 8.2.2
Sozomenus, Historia ecclesiastica 8.2.1-2
Not analysed yet
Περὶ δὲ τοῦτον τὸν χρόνον Νεκταρίου τελευτήσαντος, καὶ βουλῆς οὔσης τίνα δέοι χειροτονεῖν, ἄλλοι μὲν ἄλλους ἐψηφίζοντο, καὶ οὐ τὰ αὐτὰ πᾶσιν ἐδόκει: καὶ ὁ χρόνος ἐτρίβετο. Ἦν δέ τις ἐν Ἀντιοχείᾳ τῇ παῤ Ὀρόντῃ πρεσβύτερος, ᾧ ὄνομα Ἰωάννης, γένος τῶν εὐπατριδῶν: ἀγαθὸς τὸν βίον, λέγειν τε καὶ πείθειν δεινὸς, καὶ τοὺς κατ̓ αὐτὸν ὑπερβάλλων ῥήτορας, ὡς καὶ Λιβάνιος ὁ Σύρος σοφιστὴς ἐμαρτύρησεν: ἡνίκα γὰρ ἔμελλε τελευτᾷν, πυνθανομένων τῶν ἐπιτηδείων τίς ἀντ̓ αὐτοῦ ἔσται,