Ancient Greek
Fragment 206
Speusippus Phil., Fragmenta 206
Not analysed yet
206. Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον. Τοῦτο λέγει ἀναιρῶν τοὺς λόγους δι’ ὧν ἐπεχείρει ὁ Σπεύσιππος ἀναιρῆσαι καὶ τὴν διαίρεσιν καὶ τοὺς ὁρισμούς. Ἐπεχείρει γὰρ οὕτω δεικνύειν καὶ ὡς οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν τινος, λέγων ὡς ὁ θέλων δι’ ὁρισμοῦ παραστῆσαι τὴν φύσιν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ὀφείλει γινώσκειν πάντα τὰ ὄντα καὶ τὰς διαφορὰς αὐτῶν καθ’ ἃς διαφέρουσιν ἀλλήλων· οὕτω γὰρ παρίσταται ἡ φύσις τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινός, ἐν τῷ χωρίζεσθαι τῶν ἄλλων πάντων.