Ancient Greek
Fragment 208
Speusippus Phil., Fragmenta 208
Not analysed yet
208. Σπεύσιππος δέ, ὥς φασιν, ἠρκεῖτο λέγειν ὁ δὲ λόγος ἕτερος. Καίτοι εἴ τις οὕτως ἀποδοίη, καὶ τὰ συνώνυμα ὁμώνυμα ἔσται καὶ τὰ ὁμώνυμα συνώνυμα. Ἡμῖν γὰρ καὶ τοῖς ἵπποις ὄνομα κοινὸν τὸ ζῷον, οἱ δὲ λόγοι ἕτεροι, καθὸ ἄνθρωπος καὶ ἵππος· ἔσται οὖν τὸ συνώνυμον ὁμώνυμον. Καὶ πάλιν ὁ θαλάττιος κύων καὶ ὁ χερσαῖος κατὰ τὸ ζῷον τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἔσται τὰ ὁμώνυμα συνώνυμα, διότι οὐ καθὸ ἦν ὁμώνυμα, κατὰ τὸν κύνα, ἀπεδόθη αὐτῶν ὅ ὁρισμὸς ἀλλὰ κατὰ τὸ ζῷον. Ἀναγκαία οὖν ἡ κατὰ τοὔνομα προσθήκη. Ὁ δὲ λόγος σημαίνει μὲν καὶ τὸν ἐν ταῖς ψήφοις λογισμόν, σημαίνει δὲ καὶ τὸν ἐνδιάθετον κατὰ τὴν ἔννοιαν, σημαίνει δὲ καὶ τὸν προφορικὸν καὶ τὸν σπερματικόν, σημαίνει δὲ καὶ τὸν ἑκάστου περιηγητικὸν καὶ ὁριστικόν. Λόγον δὲ εἶπε καὶ οὐχ ὁρισμόν, ἵνα καὶ τὴν ὑπογραφικὴν ἀπόδοσιν περιλάβῃ, ἥτις καὶ τοῖς γένεσι τοῖς ἀνωτάτω καὶ τοῖς ἀτόμοις ἐφαρμόττει, ὁρισμῷ μὴ δυναμένοις περιληφθῆναι, διότι οὔτε τῶν ἀνωτάτω γενῶν γένος ἔστι λαβεῖν οὔτε τῶν ἀτόμων διαφοράς, ἡ δὲ ὑπογραφὴ τὴν ἰδιότητα τῆς οὐσίας ἀποδιδοῦσα καὶ ἐπὶ ταῦτα φθάνει. Διὸ οὐδὲ ἁπλῶς εἶπε τὸν κατὰ τοὔνομα λόγον ἀλλὰ τὸν τῆς οὐσίας λόγον, διότι ὁ μὲν ὑπογραφικὸς λόγος τὴν ἰδιότητα τῆς οὐσίας ἀφορίζει, ὁ δὲ ὁριστικὸς τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν οὐσίαν αὐτήν. Ὁ οὖν λόγος τῆς οὐσίας καὶ τὸν ὁριστικὸν λόγον καὶ τὸν ὑπογραφικὸν περιείληφεν. Ὥστε μάτην ἐγκαλοῦσι πάλιν οἱ περὶ τὸν Νικόστρατον ὡς ἐν μόνῃ τῇ οὐσίᾳ δοκοῦντι λέγειν τὴν ὁμωνυμίαν τῷ Ἀριστοτέλει.