Ancient Greek
Fragment 230
Speusippus Phil., Fragmenta 230
Not analysed yet
230. Καθόλου γάρ φησιν ὁ Σπεύσιππος, ὧν ἡ διάνοια τὴν θεωρίαν ποιεῖται, τὰ μὲν οὐδεμίαν ποικίλην ποιησαμένη διέξοδον προβάλλει, καὶ προσευτρεπίζει πρὸς τὴν μέλλουσαν ζήτησιν, καὶ ἔχει τούτων ἐναργεστέραν ἐπαφὴν μᾶλλον, ἢ τῶν ὁρατῶν ἡ ὄψις, τὰ δὲ ἐκ τοῦ εὐθέος αἱρεῖνᵃ ἀδυνατοῦσα, κατὰ μετάβασιν ἀπ’ ἐκείνων διαβαίνουσα, κατὰ τὸ ἀκόλουθονᵇ αὐτῶν ἐπιχειρεῖται τὴν θήραν. Οἷον τὸ μὲν ἀπὸ σηγραμμὴν εὐθεῖαν ἐπὶ σημεῖον ἀγαγεῖν ὡς πρόχειρον λαμβάνει καὶ εὐπόριστον. Τῇ γὰρ ὁμαλῇ ῥύσει τοῦ σημείου συγκειμένη καὶ προϊοῦσα, τῷ μηδαμοῦ μᾶλλον καὶ ἧττον ἀπονεύειν, εἰς τὸ ἕτερον καταπίπτει σημεῖον. ᵉ Πάλιν εὐθείας τοῦ μὲν τῶν περάτων μένοντος τὸ δὲ περὶ αὐτὸ κινούμενον,ᶠ γέγραφε τὸν κύκλον. Εἰ δέ τις ἕλικα μονόστροφον γράφειν ἐθελήσειε, ποικιλωτέρας δεῖται μηχανῆς. Καὶ γὰρ κινήσεις ποικίλαι γεννῶσιν αὐτήν.