Ancient Greek
195.5 to 196.10
Sphaerus, Fragmenta 195.5-196.10
Unproofread scanNot analysed yet
627 Aëtius VI 15, 1 (DG p. 405b 26). Σφαῖρος ὁ Στωϊκὸς ὁρατὸν εἶναι τὸ σκότος. ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαι τινα εἰς αὐτὸ αὐγήν. τοὺς γέροντας Ἀριστοτέλης, ὅτι τριάκοντα τῶν πρώτων μετὰ Λυκούργου γενομένων δύο τὴν πρᾶξιν ἐγκατέλιπον ἀποδειλιάσαντες. Ὁ δὲ Σφαῖρος ἐξ ἀρχῆς φησι τοσούτους γενέσθαι τοὺς τῆς γνώμης μετασχόντας. 630 Athenaeus IV 141c. Σφαῖρος δ’ ἐν τριτῷ Λακωνικῆς πολιτείας γράφει· „φέρουσι δὲ καὶ ἐπαῖχλα αὐτοῖς οἱ φιλῖται· καὶ τῶν μὲν ἀγρευομένων ὑφ’ αὐτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ’ οἱ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὥρα ἐκ τῶν ἀγρῶν, ὅσον εἰς αὐτὴν τὴν συνουσίαν, νομίζοντες καὶ τὸ πλεῖονα τῶν ἱκανῶν παρασκευάζειν περιττὸν εἶναι, μὴ μέλλοντά γε προσφέρεσθαι. “