Ancient Greek
Dfhg-Source dfhg4_STAPHYLUS_NAUCRATITA
STAPHYLUS NAUCRATITA, Fragmenta 2
Not analysed yet
Στάφυλος δὲ ἐν τρίτῳ τῶν Περὶ Θεσσαλίαν ἱστορεῖ Χείρωνα, σοφὸν ὄντα καὶ ἀστρονομίας ἔμπειρον, βουλόμενον τὸν Πηλέα ἔνδοξον ποιῆσαι, μεταπέμψασθαι τὴν Ἄκτορος θυγατέρα τοῦ Μυρμιδόνος, καὶ λόγους διασπεῖραι, θυγατέρα τοῦ Μυρμιδόνος, καὶ λόγους διασπεῖραι, ὅτι μέλλει γαμεῖν τὴν Θέτιν ὁ Πηλεὺς, Διὸς διδόντος αὐτῷ· οἱ δὲ θεοὶ μετ ̓ ὄμβρου καὶ χειμῶνος ἥξουσιν εἰς τὸν γάμον. Ταῦτα φημίσας, παρετήρει τὸν χρόνον, ἐν ᾧ ὑδάτων ἔμελλεν ἔσεσθαι ἐπομβρία καὶ πνεύματα ἐξαίσια, καὶ τότε δίδωσι δωσι Πηλεῖ Φιλομήλαν. Καὶ οὕτως ἐπεκράτησεν ἡ φήμη, ὅτι τὴν Θέτιν ἔγημε.