Ancient Greek
23.3
Stephanus Gramm., Ethnica (Epitome) 23.3
Unproofread scanNot analysed yet
Ἀβρότονον. Λύκος ὁ Ῥηγῖνος χωρίον Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησίν· πόλις δὲ Ἀβυφονίκων. καλεῖται δὲ καὶ Νεάπολις. τὸ ἔθνικὸν οὐκ ἔστιν ἐν χρήσει, ἡ τέχνη δὲ ὁμοιόττητος. ὡς γὰρ Ἅθμονον Ἀθμονεὺς καὶ Γαργαρεὺς καὶ Σούνιον Σουνιεὺς καὶ Σιγειεὺς καὶ Ἰλιωνιεὺς καὶ Παντικαπαιεὺς καὶ Δουλιχιεὺς, οὕτως ὁ δὲ τῶν οὐδετέρων τύπος ἐστ' ὅτε τὸ ἔθνικὸν ἔχει, ὡς Πέργαμον Περγαμηνός, εἰ μὴ ἀπὸ θηλυκοῦ ὀνόματος, ὡς Κύζικος Κυζικηνός. δυνατόν δὲ καὶ ἐξ Ἄβρον τὸ ἔθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιστα ἐν τοῖς Ἀθηναίοις, ὡς ἐξ Οἴου δημότης καὶ ἐκ Κηδῶν, ὡς