Ancient Greek
35.3
Stephanus Gramm., Ethnica (Epitome) 35.3
Unproofread scanNot analysed yet
Ἄγρη, πόλις Λυδίας. Ἡρωδιανὸς ἐν δωδεκατικὸν Ἀγραῖος, ὡς Ἀσκραῖος. Ἀγρίαι, ἀρσενικῶς, ἔθνος Παιονίας μεταξὺ Ῥοδόπης. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ ᾳ. εὑρέθη καὶ δεκάτῃ „τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος“. λέγονται τετρασυλλαβῶς, καὶ Ἀγριεῖς, ὡς Θεόπομπος. Ἀγρικόν. λέγονται καὶ Ἀγριᾶνες, ὡς ἐν τῷ ἐπιγραφέντι εἰς Νεοπτόλεμον Πισίδην οὕτως εἰμὶ Νεοπτόλεμος Κρεσσοῦν, τρισσῶν δ’ ἐν ἔστασαν Τλωεῖς, κῦδος ἐμὸν δόρατος· οὕνεκεν ὧν Πισίδας καὶ Παίονας ἤδ’ Ἀγριᾶ καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα. τὸ κτητικὸν Ἀγριανικός, ὡς Χάραξ ἐν δευτέρῳ χ