Ancient Greek
441.5
Stephanus Gramm., Ethnica (Epitome) 441.5
Unproofread scanNot analysed yet
Μακεδνόν, χωρίον ἐν Πίνδῳ, ὡς τὸ ἔθνικὸν ὁμοίως. Μακεδονία ἡ χώρα, ἀπὸ Μακεδόνος τοῦ Θυίας τῆς Λευκαλίωνος, [ὡς φησιν Ἡσίοδος·] ἢ δὲ ὑποκυσσαμένη Διὶ γείνατο τρεῖς δύω, Μάγνητα Μακηδόνα Φθιώτην. οἱ περὶ Πιερίην καὶ Ὄλυμπον δὲ ἄλλοι δ᾽ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, οὗ πρώτη τῶν ἐν Ἄργει «καὶ Μακεδόνος [τοῦ Ἡρακλέους.] οὗτοι Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυρμιδόνων. λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μακεδονία.